Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.305 Joseph. AJ 4.309 (English) >>Joseph. AJ 4.313

4.307ἔπειτα κατὰ ταὐτὰ τοῖς παραβησομένοις κατάρας τίθεσθαι ὑποφωνούσας ἀλλήλαις ἐπὶ τῇ κυρώσει τῶν λεγομένων. ἀνέγραψε δὲ τὰς εὐλογίας καὶ τὰς κατάρας αὐτός, ὡς μηδέποτε ἐκλιπεῖν τὴν μάθησιν αὐτῶν ὑπὸ τοῦ χρόνου, 4.308ἃς δὴ καὶ τῷ βωμῷ τελευτῶν ἐνέγραψε κατὰ πλευρὰν ἑκατέραν, καὶ στάντα φησὶ τὸν λαὸν θῦσαί τε καὶ ὁλοκαυτῶσαι καὶ μετʼ ἐκείνην τὴν ἡμέραν οὐκ ἐπενεγκεῖν ἱερεῖον ἕτερον, οὐ γὰρ εἶναι νόμιμον. ταῦτʼ οὖν Μωυσῆς διέταξε καὶ τὸ Ἑβραίων ἔθνος ἀκόλουθα τούτοις ποιοῦν διατελεῖ. 4.309

Τῇ δʼ ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους, 4.310ἀλλʼ ἄν τέ τις τῶν ἐξ αἵματος συγχεῖν καὶ καταλύειν ἐπιχειρῇ τὴν κατʼ αὐτοὺς πολιτείαν ἄν τε πόλις, ἀμύνειν αὐτοῖς καὶ κοινῇ καὶ κατʼ ἰδίαν, καὶ κρατήσαντας μὲν ἐξ αὐτῶν ἀνασπᾶν θεμελίων καὶ μηδὲ τὸ ἔδαφος τῶν ἀπονοηθέντων εἰ δυνατὸν καταλιπεῖν, εἰ δʼ ἀσθενοῖεν λαβεῖν τὴν τιμωρίαν, αὐτὸ τὸ μὴ κατὰ βούλησιν ἰδίαν ταῦτα γίνεσθαι δεικνύναι. καὶ τὸ μὲν πλῆθος ὤμνυεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.305 Joseph. AJ 4.309 (English) >>Joseph. AJ 4.313

Powered by PhiloLogic